Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.44 Joseph. AJ 7.48 (English) >>Joseph. AJ 7.52

7.46

Ἀκούσας δὲ τὴν τελευτὴν αὐτοῦ Σαούλου παῖς Ἰέβωσθος οὐ πρᾴως ἤνεγκεν ἀνδρὸς ἐστερημένος συγγενοῦς καὶ τὴν βασιλείαν αὐτῷ παρασχόντος, ἀλλʼ ὑπερεπάθησε καὶ λίαν αὐτὸν ὠδύνησεν Ἀβεννήρου θάνατος. ἐπεβίω δʼ οὐδʼ αὐτὸς πολὺν χρόνον, ἀλλʼ ὑπὸ τῶν Ἐρέμμωνος υἱῶν Βανά, ἑτέρῳ δὲ Θαηνὸς ὄνομα ἦν, ἐπιβουλευθεὶς ἀπέθανεν. 7.47οὗτοι γὰρ ὄντες τὸ μὲν γένος Βενιαμῖται τοῦ δὲ πρώτου τάγματος, λογισάμενοι δʼ ὡς ἂν ἀποκτείνωσι τὸν Ἰέβωσθον μεγάλων παρὰ Δαυίδου τεύξονται δωρεῶν καὶ στρατηγίας τινος ἄλλης πίστεως τὸ ἔργον αὐτοῖς ἔσται παρʼ αὐτῷ αἴτιον, 7.48μόνον εὑρόντες μεσημβρίζοντα καὶ κοιμώμενον τὸν Ἰέβωσθον καὶ μήτε τοὺς φύλακας παρόντας μήτε τὴν θυρωρὸν ἐγρηγορυῖαν, ἀλλὰ καὶ αὐτὴν ὑπό τε τοῦ κόπου καὶ τῆς ἐργασίας ἣν μετεχειρίζετο καὶ τοῦ καύματος εἰς ὕπνον καταπεσοῦσαν, παρελθόντες εἰς τὸ δωμάτιον, ἐν συνέβαινε κατακεκοιμῆσθαι τὸν Σαούλου παῖδα, κτείνουσιν αὐτόν. 7.49καὶ τὴν κεφαλὴν ἀποτεμόντες καὶ διʼ ὅλης νυκτὸς καὶ ἡμέρας ποιησάμενοι τὴν πορείαν, ὡς ἂν φεύγοντες ἐκ τῶν ἠδικημένων πρὸς τὸν ληψόμενόν τε τὴν χάριν καὶ παρέξοντα τὴν ἀσφάλειαν, εἰς Γιβρῶνα παρεγένοντο· καὶ τὴν κεφαλὴν ἐπιδείξαντες τῷ Δαυίδῃ τὴν Ἰεβώσθου συνίστων αὑτοὺς ὡς εὔνους καὶ τὸν ἐχθρὸν αὐτοῦ καὶ τῆς βασιλείας ἀνταγωνιστὴν ἀνῃρηκότας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.44 Joseph. AJ 7.48 (English) >>Joseph. AJ 7.52

Powered by PhiloLogic